Meter Quick Links
← Poetic Meter Resource Index
← Poetic Meter Forum Threads
← Poetic Meter Excel Docs + Webpages
← Poetic Meter Word Docs + Webpages
← Downloads Index (All Files)
Meter Colour Legend:
|
Verse |
Syllable |
Cumulative |
1 |
Βίβλος
γενέσεως Ἰησοῦ
Χριστοῦ υἱοῦ
Δαυὶδ υἱοῦ
Ἀβραάμ. |
19 |
19 |
2 |
Ἀβραὰμ
ἐγέννησεν τὸν
Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν
τὸν Ἰακώβ, |
19 |
38 |
|
Ἰακὼβ δὲ ἐγέννησεν
τὸν Ἰούδαν
καὶ τοὺς
ἀδελφοὺς
αὐτοῦ, |
16 |
54 |
3 |
Ἰούδας δὲ ἐγέννησεν
τὸν Φάρες καὶ
τὸν Ζάρα ἐκ
τῆς Θαμάρ, |
17 |
71 |
|
Φάρες
δὲ ἐγέννησεν
τὸν Ἑσρώμ,
Ἑσρὼμ δὲ ἐγέννησεν
τὸν Ἀράμ, |
18 |
89 |
4 |
Ἀρὰμ
δὲ ἐγέννησεν
τὸν Ἀμιναδάβ,
Ἀμιναδὰβ δὲ ἐγέννησεν
τὸν Ναασσών, |
22 |
111 |
|
Ναασσὼν
δὲ ἐγέννησεν
τὸν Σαλμών, |
9 |
120 |
5 |
Σαλμὼν
δὲ ἐγέννησεν
τὸν Βόες
ἐκ τῆς Ῥαχάβ, |
12 |
132 |
|
Βόες δὲ ἐγέννησεν
τὸν Ἰωβὴδ
ἐκ τῆς Ῥούθ, Ἰωβὴδ
δὲ ἐγέννησεν
τὸν Ἰεσσαί, |
20 |
152 |
6 |
Ἰεσσαὶ
δὲ ἐγέννησεν
τὸν Δαυὶδ τὸν
βασιλέα. |
14 |
166 |
|
Δαυὶδ
δὲ ἐγέννησεν
τὸν Σολομῶνα ἐκ
τῆς τοῦ
Οὐρίου, |
14 |
180 |
7 |
Σολομὼν
δὲ ἐγέννησεν
τὸν Ῥοβοάμ, |
10 |
190 |
|
Ῥοβοὰμ
δὲ ἐγέννησεν
τὸν Ἀβιά,
Ἀβιὰ
δὲ ἐγέννησεν
τὸν Ἀσάφ, |
18 |
208 |
8 |
Ἀσὰφ
δὲ ἐγέννησεν
τὸν Ἰωσαφάτ,
Ἰωσαφὰτ
δὲ ἐγέννησεν
τὸν Ἰωράμ, |
20 |
228 |
|
Ἰωρὰμ δὲ ἐγέννησεν
τὸν Ὀζίαν, |
9 |
237 |
9 |
Ὀζίας δὲ ἐγέννησεν
τὸν Ἰωαθάμ,
Ἰωαθὰμ
δὲ ἐγέννησεν
τὸν Ἀχάζ, |
18 |
255 |
|
Ἀχὰζ
δὲ ἐγέννησεν
τὸν Ἑζεκίαν, |
10 |
265 |
10 |
Ἑζεκίας δὲ ἐγέννησεν
τὸν Μανασσῆ, |
11 |
276 |
|
Μανασσῆς
δὲ ἐγέννησεν
τὸν Ἀμώς, Ἀμὼς
δὲ ἐγέννησεν
τὸν Ἰωσίαν, |
19 |
295 |
11 |
Ἰωσίας δὲ ἐγέννησεν
τὸν Ἰεχονίαν
καὶ τοὺς
ἀδελφοὺς
αὐτοῦ |
17 |
312 |
|
ἐπὶ
τῆς μετοικεσίας
Βαβυλῶνος. |
11 |
323 |
12 |
Μετὰ
δὲ τὴν
μετοικεσίαν
Βαβυλῶνος Ἰεχονίας
ἐγέννησεν τὸν
Σαλαθιήλ, |
23 |
346 |
|
Σαλαθιὴλ
δὲ ἐγέννησεν
τὸν Ζοροβαβέλ, |
12 |
358 |
13 |
Ζοροβαβὲλ
δὲ ἐγέννησεν
τὸν Ἀβιούδ,
Ἀβιοὺδ
δὲ ἐγέννησεν
τὸν Ἐλιακίμ, |
21 |
379 |
|
Ἐλιακὶμ
δὲ ἐγέννησεν
τὸν Ἀζώρ, |
10 |
389 |
14 |
Ἀζὼρ
δὲ ἐγέννησεν
τὸν Σαδώκ,
Σαδὼκ δὲ ἐγέννησεν
τὸν Ἀχίμ, |
18 |
407 |
|
Ἀχὶμ
δὲ ἐγέννησεν
τὸν Ἐλιούδ, |
9 |
416 |
15 |
Ἐλιοὺδ
δὲ ἐγέννησεν
τὸν Ἐλεάζαρ, |
11 |
427 |
|
Ἐλεάζαρ
δὲ ἐγέννησεν
τὸν Ματθάν,
Ματθὰν δὲ ἐγέννησεν
τὸν Ἰακώβ, |
20 |
447 |
16 |
Ἰακὼβ δὲ ἐγέννησεν
τὸν Ἰωσὴφ
τὸν ἄνδρα Μαρίας, |
14 |
461 |
|
ἐξ
ἧς ἐγεννήθη Ἰησοῦς
ὁ λεγόμενος
χριστός. |
15 |
476 |
17 |
Πᾶσαι
οὖν αἱ γενεαὶ
ἀπὸ Ἀβραὰμ
ἕως Δαυὶδ
γενεαὶ δεκατέσσαρες, |
|
|
|
καὶ
ἀπὸ Δαυὶδ ἕως
τῆς
μετοικεσίας
Βαβυλῶνος γενεαὶ
δεκατέσσαρες, |
|
|
|
καὶ
ἀπὸ τῆς
μετοικεσίας
Βαβυλῶνος ἕως
τοῦ Χριστοῦ
γενεαὶ
δεκατέσσαρες. |
|
|
18 |
Τοῦ
δὲ Ἰησοῦ
Χριστοῦ ἡ
γένεσις οὕτως
ἦν. μνηστευθείσης
τῆς μητρὸς
αὐτοῦ |
|
|
|
Μαρίας
τῷ Ἰωσήφ, πρὶν
ἢ συνελθεῖν
αὐτοὺς εὑρέθη ἐν
γαστρὶ ἔχουσα |
|
|
|
ἐκ
πνεύματος
ἁγίου. |
|
|
19 |
Ἰωσὴφ
δὲ ὁ ἀνὴρ
αὐτῆς, δίκαιος
ὢν καὶ μὴ
θέλων αὐτὴν
δειγματίσαι, |
|
|
|
ἐβουλήθη
λάθρᾳ
ἀπολῦσαι
αὐτήν. |
|
|
20 |
ταῦτα
δὲ αὐτοῦ
ἐνθυμηθέντος
ἰδοὺ ἄγγελος
κυρίου κατ᾽
ὄναρ ἐφάνη
αὐτῷ λέγων· |
|
|
|
Ἰωσὴφ
υἱὸς Δαυίδ, μὴ
φοβηθῇς
παραλαβεῖν
Μαρίαν τὴν
γυναῖκά σου· |
|
|
|
τὸ
γὰρ ἐν αὐτῇ
γεννηθὲν ἐκ
πνεύματός
ἐστιν ἁγίου. |
|
|
21 |
τέξεται
δὲ υἱόν, καὶ
καλέσεις τὸ
ὄνομα αὐτοῦ
Ἰησοῦν· αὐτὸς |
|
|
|
γὰρ
σώσει τὸν λαὸν
αὐτοῦ ἀπὸ τῶν
ἁμαρτιῶν
αὐτῶν. |
|
|
22 |
τοῦτο
δὲ ὅλον
γέγονεν ἵνα
πληρωθῇ τὸ
ῥηθὲν ὑπὸ κυρίου |
|
|
|
διὰ τοῦ
προφήτου
λέγοντος· |
|
|
23 |
ἰδοὺ
ἡ παρθένος ἐν
γαστρὶ ἕξει
καὶ τέξεται
υἱόν, καὶ καλέσουσιν |
|
|
|
τὸ
ὄνομα αὐτοῦ
Ἐμμανουήλ, ὅ
ἐστιν
μεθερμηνευόμενον
μεθ᾽ ἡμῶν ὁ
θεός. |
|
|
24 |
ἐγερθεὶς
δὲ ὁ Ἰωσὴφ ἀπὸ
τοῦ ὕπνου
ἐποίησεν ὡς προσέταξεν
αὐτῷ |
|
|
|
ὁ
ἄγγελος
κυρίου καὶ
παρέλαβεν τὴν
γυναῖκα αὐτοῦ, |
|
|
25 |
καὶ
οὐκ ἐγίνωσκεν
αὐτὴν ἕως οὗ
ἔτεκεν υἱόν·
καὶ ἐκάλεσεν
τὸ ὄνομα
αὐτοῦ Ἰησοῦν. |
|
|